Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.567 Joseph. BJ 5.572 (English) >>Joseph. BJ 6.1

5.570μηκέτι δʼ εὐτονούντων τοὺς πτωχοὺς ἐκφέρειν ἔλεγον συσσωρεύοντας εἰς τοὺς μεγίστους οἴκους τὰ πτώματα ἀποκλείειν. 5.571καὶ τοῦ μὲν σίτου τὸ μέτρον πραθῆναι ταλάντου, μετὰ ταῦτα δʼ ὡς οὐδὲ ποηλογεῖν ἔθʼ οἷόν τʼ ἦν περιτειχισθείσης τῆς πόλεως, προελθεῖν τινας εἰς τοσοῦτον ἀνάγκης, ὥστε τὰς ἀμάρας ἐρευνῶντας καὶ παλαιὸν ὄνθον βοῶν προσφέρεσθαι τὰ ἐκ τούτων σκύβαλα, καὶ τὸ μηδʼ ὄψει φορητὸν πάλαι τότε γενέσθαι τροφήν. 5.572ταῦτα Ῥωμαῖοι μὲν ἀκούοντες ἠλέησαν, οἱ στασιασταὶ δὲ καὶ βλέποντες οὐ μετενόουν, ἀλλʼ ἠνείχοντο μέχρις αὐτῶν προελθεῖν· πεπήρωντο γὰρ ὑπὸ τοῦ χρεών, τῇ τε πόλει καὶ αὐτοῖς ἤδη παρῆν.

-- --



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.567 Joseph. BJ 5.572 (English) >>Joseph. BJ 6.1

Powered by PhiloLogic